[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
| 1 | Βειθυνὸς τὸ γένος, πατρίς μ’ ἐπεδέξατ’ Ὄλυμπος, |
| σύνβιον ἐστήριξεν ἐμοὶ ἄλοχόν τ’ ἐπὶ παισὶν | |
| φαιδρύνουσα Φίλωνι Φίλα<ν>, μέχρι τοι νόμος ἔλθοι, | |
| νὺξ ἀναπαυσαμένοις βιότου τέλος ἔνθεν. | |
| 5 | εἴ τις δ’ οὐ γνώμης ἀπ’ ἐμῆς νέκυν ἐνθάδε θάψῃ, |
| χρυσοῦς εἰσοίσει φίσκῳ δέκα καὶ δέκ’ ἐλένχῳ. |