[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Τελεσφόρος Τροφίμου, γένει Πρυμνησσέους |
| κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ τῇ γυναι- | |
| κί μου Τατίᾳ Μολέσιος τοῦ Μίδου Ὀλυμπηνῇ· | |
| ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται ἐνκηδευθῆναι, | |
| 5 | ἐὰν μή τινι ἐνγράφως ἐπιτρέψω· ἐὰν δέ τις ἐνκη- |
| δεύσῃ ἕτερόν τινα παρὰ τὴν ἐμὴν βούλησιν, ἐκτείσι | |
| τῷ Ὀλυμπηνῶν δήμῳ 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας | |
| λήνψετε τὸ τρίτον. |