[ ] Lycia, E. — Olympos — Roman period
1      Ἑλλάνικος Τιμάρχου
  κατεσκεύασα τὸν τύμβον ἑαυτῷ
  καὶ γυναικὶ καὶ τέκνοις· ἑτέρῳ δὲ οὐδενὶ
 ἐξέσται κηδεῦσαί τινα, ἐκτὸς εἰ μή τινι ἐν-
5 γράφως ἐπιτρέψω· ἐὰν δέ τις βιάσηται, ἐκτείσει
θεῷ Ἡφαίστῳ 𐆖 φʹ, ὧν ὁ μηνύσας λήμψεται τὸ
                τρίτον.
Search Help
Contact Us