TAM II 963
[ ] Lycia, E. — Olympos — Roman period
1     τὸν τύμβον κατεσκεύασεν Πῶλλα
    <ἡ> ἐ<ν> τῇ συνηθείᾳ Ζωσιμοὺς Δημη-
    τρίου Ὀλυμπηνὴ τοῖς γονεῦσιν αὐτῆς Δημη-
    τρίῳ βʹ τοῦ Ἐπαφροδείτου καὶ Πώλλᾳ Ἀγαθό-
5     ποδος καὶ ἑαυτῇ καὶ τέκνοις καὶ ἐκγόνοις·
    ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται ἐνκηδεῦσαι, ἢ ἐκτεί-
    σει ὁ βιασάμενος ἱερὰ θεῷ Ἡφαίστῳ 𐆖 ͵α,
ὧν ὁ ἐλένξας
τὸ γ λήψεται {²⁶λήμψεται}²⁶.
Search Help
Contact Us