TAM II 954
[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρ(ήλιος) Διότειμος Σωτείμου τοῦ καὶ Ἀρσ̣α̣?-
[τ?]εμᾶτος {²⁷Ἀρ{σ̣α̣}|[τ]εμᾶτος? = Ἀρτεμᾶτος?}²⁷ Ὀλυμπηνὸς ὃν ἐωνησάμην τύμ-
βον ἐνγράφως βούλομαι ἐνκηδευθῆναι ἑαυ-
τὸν καὶ γυναῖκά μου καὶ τέκνα καὶ ἔνγονα καὶ ἀ-
5 δελφόν μου Βάσσον· ἑτέρῳ δὲ οὐδενὶ ἐξὸν ἐνκη-
δεῦσαί τινα, εἰ μὴ ἐγώ τινι ἐνγράφως ἐπιτρέ-
ψω, ἢ ὁ βιασάμενος ἐνκηδεῦσαι ἐκτείσι Ὀλυμπη-
νῶν τῇ πόλι 𐆖 φʹ, ὧν ὁ ἐλένξας λήμψεται vacat
                                        [τὸ τρίτον].
Search Help
Contact Us