TAM II 949
[ ] Lycia, E. — Olympos — 3rd c. AD
1           Αὐρ(ήλιος) #⁵⁶ Μουκιανὸς
    πραιτωριανὸς κατεσκε̣ύασα
τὸν τύμβον ἑαυτῷ καὶ γυναικί μου
Αὐρ(ηλίᾳ) Σεβαζίᾳ καὶ τέκνοις ἡμῶν· ἑτέρῳ δὲ
5 οὐδενὶ ἐξέσται ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασά-
μενος ἐκτείσει τῷ̣ ἱ̣ερωτάτῳ ταμείῳ 𐆖 ͵βφʹ.
Search Help
Contact Us