[ ] Lycia, E. — Olympos — Rom. Imp. period
I.1 Αὐρήλιος Πίγρης γʹ
τοῦ Τελεσφόρου
Ὀλυμπηνὸς κα-
τεσκεύα%⁸¹-
5 σα ἑαυτῷ κ%⁸¹?αὶ
γυναικί μου Αὐρ%⁸¹?ηλίᾳ Θεο-
                   δότῃ Δίου
II.8 Ὀλυμπηνῇ καὶ vacat
τέκνοις ἡμῶν Αὐρηλίοις
10 Ἐντείμῳ καὶ Νεικοστρά-
τῳ καὶ Ἡφαιστίῳ vacat
     καὶ τῇ ἐσομένῃ
ἑκάστου γυναικὶ καὶ
τοῖς ἐξ αὐτῶν τέ%⁸¹-
15 κνοις καὶ ἐγγόνοις,
ἐξ ὧν εἰ ἄῤῥενες γέ-
νων%⁸¹?ται, καὶ τῇ
ἐσομένῃ ἑκάστου
γυ%⁸¹?ναικί, εἰ δὲ {θη}
III/IV.20 θήλειαι γένω|νται, καὶ τῷ ἐσο-
μένῳ ἑκάσ|της ἀνδρὶ καὶ εἴ τι-
νι ἐνγράφως | ἐπιτρέψω ∙ εἰ δέ τις
τολμήσῃ βιάσ|ασ%⁸⁰?θαι καὶ κηδεύσῃ
τινά, δώσει τῷ | ἱερωτάτῳ φίσκῳ
25 𐆖 ͵ε καὶ τῇ πα|τρίδι μου ἄλλα 𐆖 ͵ε,
ὁ δὲ ἐλένξας | ἀμφοτέρων τὸ τρί-
τον λαβέτω.
V/VI.1 ἅπαντα πράξις εὐτυχῶς· θεὸς λέγει.
βοηθὸν ἕξις μετὰ Τύχης τὸν Πύθιον.
γῆ σοι τέλειον καρπὸν ἀποδώσι πόνων.
δύναμις ἄκαιρος ἐν νόμοισιν ἀσθενές.
5 ἐρᾶς δικαίων ἐγ γάμων ἰδεῖν σποράν.
ζάλην μεγίστην φεῦγε, μή τι καὶ βλαβῇς.
ἥλιος ὁρᾷ σε λαμπρός, ὃς τὰ πάντα ὁρᾷ.
θεοὺς ἀρωγοὺς τῆς ὁδοῦ ταύτης ἔχεις.
  ἱδρῶτές εἰσιν· πλὴν ἁπάντων περιέσῃ.
10   κύμασι μάχεσθαι χαλεπόν· ἀνάμεινον | βραχύ.
λόγος διελθὼν πάντα σημαίνει καλῶς.
μοχθεῖν ἀνάνκη· μεταβολὴ δ’ ἔσται καλή.
νεικηφόρον δώρημα τὸν χρησμὸν στέφ|ει̣.
ξηρῶν ἀπὸ κλάδων καρπὸν οὐκ ἔσται λαβε̣[ῖ]|ν.
15 οὐκ ἔστι μὴ σπείραντα θερίσαι κάρπιμα.
πολλοὺς ἀγῶνας διανύσας λήψῃ στέφος.
ῥᾶον διάξις ἔτι βραχὺν μείνας χρόνον.
σαφῶς ὁ Φοῖβος ἐννέπει· μεῖνον, φίλε.
τῶν νῦν παρουσῶν συμφορῶν ἕξις λύσ|ιν.
20 ὑπόσχεσιν τὸ πρᾶγμα γενναίαν ἔχει.
φαύλως τι πράξας μετὰ χρόνον μέμ|ψῃ θεοῖς.
χρυσοῦν ποιήσεις χρησμὸν ἐπιτυ|χών, φίλε.
ψῆφον δικαίαν τήνδε παρὰ θεῶν | ἔχεις.
ὠμὴν ὀπώραν ἢν λάβῃς, οὐ χρήσιμ|ον.
Search Help
Contact Us