[ ]
Lycia, E. — Rhodiapolis — ca. 136-153 AD
| 1 | Ὀπραμόας Ἀπολλωνίου δὶς τοῦ Καλλιάδου Ἀγλαΐδα |
| τὴν καὶ Ἀριστόκιλαν Ἑρμαίου Ῥοδιαπολεῖτιν καὶ Κορυδα- | |
| λίδα, γυναῖκα σεμνὴν καὶ ἐνάρετον, προγόνων ἱππάρχων | |
| καὶ στρατηγῶν, τετειμημένην ὑπὸ μὲν τῶν πατρίδων πλεο- | |
| 5 | νάκις καὶ ὑπὸ τοῦ Λυκίων ἔθνους, μητέρα Ὀπραμόου |
| καὶ Ἑρμαίου καὶ Ἀπολλωνίου στρατηγῶν κα[ὶ Λυκιαρχῶν], | |
| προμάμμην συνκλητικῶν. |