[ ]
Lycia, E. — Rhodiapolis — Rom. Imp. period
1 | Ἀσκληπιῶι καὶ Ὑγίαι. |
Ῥοδιαπολειτῶν ἡ βουλὴ καὶ ὁ δῆμος | |
καὶ ἡ γερουσία ἐτείμησαν ταῖς διηνε̣- | |
κέσιν κατ’ ἔτος τειμαῖς Ἡράκλειτον̣ | |
5 | Ἡρακλείτου Ὀρείου τὸν πολείτην καὶ |
Ῥόδιον, φιλόπατριν, ἱερέα Ἀσκληπιοῦ | |
καὶ Ὑγίας ∙ ἰκόνι ἐπιχρύσῳ καὶ τῷ τῆς | |
παιδείας ἀνδριάντι· ὃν ἐτείμησαν ὁμοί- | |
ως Ἀλεξανδρεῖς Ῥόδιοι Ἀθηναῖοι καὶ ἡ | |
10 | ἱερωτάτη Ἀρεοπαγειτῶν βουλὴ καὶ οἱ |
Ἀθήνησιν Ἐπικούρειοι φιλόσοφοι καὶ ἡ | |
ἱερὰ θυμελικὴ σύνοδος, πρῶτον ἀπ’ αἰ- | |
ῶνος ἰατρὸν καὶ συνγραφέα καὶ ποιη- | |
τὴν ἔργων ἰατρικῆς καὶ φιλοσοφίας, | |
15 | ὃν ἀνέγραψαν ἰατρικῶν ποιημάτων |
Ὅμηρον εἶναι, ἀλιτουργησίᾳ τιμηθέντα, | |
ἰατρεύσαντα προῖκα, ναὸν κατασκευ- | |
άσαντα καὶ ἀγάλματα ἀναθέντα Ἀσκλη- | |
πιοῦ καὶ Ὑγείας καὶ τὰ συνγράμματα αὐ- | |
20 | τοῦ καὶ ποιήματα τῇ πατρίδι Ἀλεξαν- |
δρεῦσι Ῥοδίοις Ἀθηναίοις, χαρισά- | |
μενον τῇ πατρίδι εἰς διανομὰς καὶ | |
ἀγῶνας Ἀσκληπίων καὶ ἀργυρίου | |
𐆖 μύρια καὶ πεντάκις χίλια· ὃν ἐτεί- | |
25 | μησεν ἡ πατρὶς καὶ προεδρίᾳ. |