[ ]
Lycia, E. — Kormoi — 78 BC or sh. after?
1 | Κ̣ορμέων ὁ δῆμος ἐτείμησεν καὶ τὸ [δεύτερον κα]- |
τ’ εὐεργεσίαν Ὀπραμόαν Ὀπραμόου̣ χ[ρυσοῖς στε]- | |
φ̣ά̣νοις καὶ εἰκ[ό]σι̣ χαλκαῖς καὶ εἰκόσι γρ̣[απταῖς ἐπιχρύ]- | |
[σο]ις καὶ ἀναγορεύσεσιν ἐν τοῖς <ἀγ>ῶ̣[σι καὶ προεδρίᾳ?] | |
5 | [κ]αὶ̣ ἡ̣μέρᾳ ἐπωνύμῳ εἰς τὸν ἀεὶ χρόν[ον, ἄνδρα καλὸν] |
κ[α]ὶ ἀ̣γαθὸν γενόμενον διὰ προγό[νων, κτίστην ὄν]- | |
τ̣α καὶ εὐεργέτ̣ην τοῦ δήμου καὶ̣ [φιλοτείμως? πε]- | |
πολειτευμένον̣ [κα]ὶ σεσωκότα̣ [αὐτὴν τὴν πόλιν?] | |
καὶ ἄνδρας ἐκ πολέμ[ο]υ καὶ κινδύ̣[νων καὶ τῷ ἔθνει] | |
10 | τῶν Λυκίων παραίτιον γεγονό̣[τα πολλῶν ἀγαθῶν?] |
[δημ?]οκρατία̣[ν] σ̣ώ̣σαντα, πρὸς π[άντας — — —] |