[ ] Epidauria — Epidauros — stoich. — 4th/3rd c. BC
upper molding.1 Ἡγησιστράτου.
below.2 ἔδοξε βουλᾶι καὶ δάμωι
τῶν Ἐπιδαυρίων· Ἡγησί-
στρατον Ἑκαταίου Καρδι-
5 ανὸν πρόξενον εἶμεν τᾶς
πόλιος τᾶς Ἐπιδαυρίων
καὶ θεαροδόκον τοῦ Ἀσ-
κλαπιοῦ καὶ αὐτὸν καὶ
ἐκγόνους, καὶ εἶμεν αὐ-
10 τοῖς ἀτέλειαν καὶ ἀσυ-
λίαν καὶ ἐμ πολέμωι καὶ
ἐν εἰράναι καὶ κατὰ
γᾶν καὶ κατὰ θάλασσαν.
κατάλογος βουλᾶς Ἀρι-
15 στίων Ἐριλαΐς.
Search Help
Contact Us