[ ] Lycia, E. — Idebessos — Roman period
a.1 Ἑρμαῖος καὶ Κονδόσας οἱ Ὀρείου δὶς
κατεσκεύασαν τὸ ἐξέδριν (sic) καὶ τὴν
τράπεζαν, ὥστε τὰ ἀνγεῖα ἕκαστον
ἔχειν, καθὼς ἔλαχαν (sic) καὶ ἐπέγραψαν,
5 σὺν τῇ παρακειμένῃ ἑκάστῳ βάσι (sic) εἰς
ἄνστασιν {²⁶ἀνάστασιν}²⁶ ἀνδριάντων.
b.1 Κονδόσας Ὀρείου δὶς Ἀκα(λισσεὺς) #⁵⁶ ἀπὸ Εἰδεβησσοῦ
κατεσκεύασεν ἑαυτῷ καὶ γυναικὶ καὶ
τέκνοις καὶ γυναιξὶ αὐτῶν καὶ
τοῖς ἐξ αὐτῶν.
c.1 Ἑρμαῖος Ὀρείου δὶς Ἀκα(λισσεὺς) #⁵⁶ ἀπὸ Εἰδεβησσοῦ
κατεσκεύασεν ἑαυτῷ καὶ γυναικὶ καὶ
τέκνοις καὶ γυναιξὶ αὐτῶν.
Search Help
Contact Us