[ ] Lycia, E. — Idebessos — 134 AD?
a.1 Κτησικλῆς ὁ καὶ Κτασάδας δὶς
γραμματεύσας καὶ πρυτανεύσας καὶ
ταμιεύσας δὶς καὶ γυμνασιαρχήσας
καὶ ἐπιμελετεύσας {²⁶ἐπιμελητεύσας}²⁶ ἔργων δημοσίων
5 καὶ ἱερατεύσας τῶν Σεβαστῶν μετὰ
καὶ τῆς γυναικὸς αὐτοῦ Πόττειτος
τῆς Χαρεισίου καὶ ἀγορανομήσας
καὶ εἰκοσ̣απρωτεύσας ἀπὸ νέας ἡλικίας,
ὡς πολλάκις τετειμῆσθαι καὶ μεμαρ-
10 τυρῆσθαι ὑπὸ τῆς πατρίδος, καὶ ὑπο-
φυλακήσας Λυκίων καὶ ὑπὲρ τῶν υἱῶν
Κτασάδου καὶ Τρεβήμου καὶ Κτησικλέ-
ους καὶ Χαρεισίου, ὑπὲρ δὲ Κτησικλέους
καὶ ἀγελαρχίαν, οὗ καὶ νεικήσαντος
15 ἐν τῇ ἀγελαρχίᾳ καὶ τειμηθέντος
τοῦ Κτησικλέους ἐν τῇ ἀγελαρχίᾳ ὑπὸ
Λυκίων τοῦ κοινοῦ τὸ μνημεῖον καὶ τὸ
ἐξέδριον κατεσκεύασεν ἑαυτῷ καὶ
τῇ γυναικὶ αὐτοῦ Πόττει Χαρεισίου,
20 ἑαυτοῖς μόνον, ἄλλῳ δὲ οὐδενί· ἐὰν δέ
τις ἐπεισενένκῃ ἕτερον πτῶμα, ἁμαρ-
τωλὸς ἔστω θεοῖς πᾶσιν καὶ ὀφειλέσει Ἰδε-
βησσεῦσιν 𐆖 ͵αφʹ· ἡ δὲ πρᾶξις ἔστω
παντὶ τῷ βουλομένῳ ἐπὶ τῷ ἡμίσει.
b.1 [Κ]τησικλ̣ῆς̣ ὁ καὶ Κ[τ]α̣[σ]ά-
δ̣ας δ̣ὶς̣ τ̣ὴ̣ν σ[ύ]<ν>[βιο]ν̣
Π̣ότ̣τ̣ε̣ιν̣ Χ[α]ρ̣ισ̣[ίου].
c.1 ara humi iacet, titulus erasus periit.
defg.1 ἐπὶ ἀρχιερέως τῶν Σεβαστῶν Πιγρέους τοῦ Κιλλόρτου μηνὸς Ξανδικοῦ δ̣ε̣κά[τ]ῃ̣ [τ]ῆ̣[ς ἀρ]χαιρε-
σιακῆς̣ ἐκλησίας̣ {²⁶ἐκκλησίας}²⁶ ὑπα̣ρχούσης ἔδοξεν Ἀκα̣λισσέων τῇ β̣ουλῇ καὶ τῷ δήμῳ· ἐπ̣ε̣ὶ̣ [Κτ]η̣σ̣ικ̣λ̣ῆ̣ς̣
ὁ καὶ Κτασά̣δα̣ς β̣ʹ, ὁ πολείτης ἡμῶν, ἀνὴρ γένει καὶ ἀξίᾳ πρῶτος τῆς πόλεος (sic) ἡμῶν, ἐπίσημος δὲ καὶ ἐν  τῷ
ἔθνει, γένους λαμπροῦ καὶ ἐπισήμου καὶ πρώτου τῆς πόλεως ἡμῶν {ἐπίσημος δὲ κα̣ὶ ἐν τῷ ἔθνει,}
5 {γένους̣ λα̣μ̣προῦ καὶ ἐπισήμου καὶ πρώτου τῆς̣ πόλεως ἡμῶν} προγόνων λαμπρῶν καὶ ἐπισήμων
καὶ πολλὰ καὶ μεγάλα παρεσχημένων τῇ πόλει ἔν̣ τε αἷς ἐτέλεσαν ἀρχαῖς πρυτανείαις γ̣ραμματείαις
ἱερ̣οσύναις Σε̣βαστῶν γυμνασιαρχίαις̣ τα̣μίαις πα̣ραφυλακίαις ἐπιμελητείαις δεκαπρωτ̣είαις καὶ αἷς
ἐ̣ποιήσαντο ἀνα̣δ̣ό̣σεσιν καὶ ἐπιδόσεσιν καὶ ἀναθέμασιν ναῶν τε καὶ ἀνδριάντων προσκ%⁸¹?εκοσμη%⁸¹?κότων
τὴν πόλιν καὶ ἐν τοῖς λοιποῖς οἷς ἐπολειτεύσαντο ἐπὶ συνφέροντι τ̣ῆς πόλεως, ὡς τῶν καλλίστων
10 ἐπαίνων καὶ τ̣ε̣ιμῶ̣ν̣ κ̣α̣ὶ μαρτυριῶν τετευ̣χέναι, αὐτὸς δὲ Κτησικλῆς ἐκ τοιούτ̣ω̣ν̣ σω̣μάτων ὑπάρχων
[κ]αὶ ὑπερβ̣έβ̣λητ̣αι κα̣ὶ π̣ροσ̣κεκόσμηκεν τὰ̣ς̣ προγονικὰς̣ ἀρετὰς καὶ δόξας ἔν τε αἷς τ̣ε̣τέλεκεν ἀρχαῖς
καὶ λειτουργίαις, τισ̣ὶ̣ν̣ δ̣ὲ ἀρχαῖς καὶ ἐγ δευτέρου πολλὰ καὶ μεγάλα ἀν[α]λώματα ποιησάμενος, εἰκοσαπρωτεύων ἐπε̣ικῶς κα̣[ὶ φ]ιλ̣αγά̣θ̣ω̣ς̣, ὡς διά̣ τε
τὰ ἐν ταῖς ἀρχαῖς δ̣α̣ψι̣λῆ καὶ ἀ̣σύνκριτα ἀνα̣λ̣ώματα καὶ διὰ τὴν λοιπὴν τοῦ βίου αὐ̣τοῦ πρ%⁸¹?ὸς πάντας κ̣αλ̣ὴν καὶ ἀγαθὴν καὶ πᾶσ%⁸⁰?ιν ἤ[δ]η̣ ἀ̣μ̣[ί]μητ̣ον
καὶ ἀσύν̣κριτον ἀν[α]σ̣τροφὴν τῶν προσηκόντων (sic) τειμῶν καὶ ἐπαίν̣ων καὶ μαρτυριῶν ὑπὸ τῆς πόλεως τ̣ετε%⁸¹?υχέναι ἤδη, ἐν δὲ τῷ̣ ἔθ̣νει ὑπο-
15 φυλακήσας ἐπεικῶ̣ς καὶ φιλαγάθως καὶ ἐν ᾗ τετέλεκεν ὑ%⁸⁰?πὲρ τοῦ υ̣ἱοῦ αὐτοῦ̣ ἀγελαρχίαν (sic) ἐπισ̣ήμως καὶ φιλαγάθως, ὡς κ̣α̣ὶ δ̣ιὰ̣ ταῦτα προσκεκοσμῆσθαι
τὴν πόλιν̣, διὰ δὲ̣ πάντα̣ καὶ διὰ τὰς ἐπ’ ἀ̣λλήλ̣ο̣υς τελου̣μέ%⁸¹?νας̣ ἀρ̣χὰς ὑπὲρ τῶν τέκνων Κτασάδ̣ου̣ κα̣ὶ Τρεβήμου καὶ Κτησικλ̣έους
κα̣ὶ Χαρεισίου τῇ̣ πόλει φ̣ιλοτείμω%⁸⁰?ς, ἐν δὲ̣ τῷ̣ ἔθνει  ἤδη ὑποφυλακίας Κτα̣σάδ̣ου κα̣ὶ Τρεβ̣ήμου,
Κτ̣ησικλέους δ̣ὲ ἀγελαρχίαν κ̣αὶ δ̣ιὰ τὴν λοιπὴν̣ κ̣αὶ τῶν π%⁸⁰?ροδηλουμένων υἱῶν αὐ̣τοῦ π%⁸⁰?ρὸς
πάν%⁸⁰?τας κα̣λ̣λ̣ί̣σ̣τη̣[ν] τ̣οῦ β̣ίου ἀναστροφὴν̣ ἐ̣ν̣ τοῖς ἐ%⁸¹?ξιοῦσ̣ιν̣ ἀρχ̣[α]ιρε̣σ̣ίοις ἐπιβ̣ο̣ησ̣αμένω̣[ν]
20 πάντω%⁸¹?ν μετὰ πάσης̣ προθυμία%⁸⁰?ς καὶ εὐ%⁸¹?φημί%⁸⁰?α%⁸⁰?ς γραφ%⁸⁰?ῆ%⁸⁰?ν†80?αι. vacat
Search Help
Contact Us