[ ] Lycia, E. — Arneai — Rom. Imp. period
1 Ἀ̣μ̣ύντ̣ας Φι̣λί̣π̣π̣ο̣υ̣ Μυ̣-
[ρ]εὺς καὶ Ἀρνεάτης Φίλιπ-
πον Ἀμύντου Μυρέα καὶ Ἀρ-
νεάτην, τὸν πατέρα, πρυτα-
5 νεύσαντα Μυρέων τῆς πό-
λεως καὶ ἱερατεύσαντα
τῶν Σεβαστῶν Κυανει-
τῶν τῆς πόλεως, ζήσαν-
τα σωφρόνως καὶ κοσμί-
10 ως ἀξίως τοῦ γένους α̣[ὐ]-
τοῦ, μνήμης ἕνεκεν,
καὶ αὐτὸς ἱερατεύσας τῶν
Σεβαστῶν τῆς Κυανειτῶν
πόλεως καὶ πρυτανεύσας
15 τῆς Μυρέων πόλεως καὶ [πρυ]-
[τα]νεύσας τῆς Ἀρνεατ[ῶ]ν πόλ[εως].
Search Help
Contact Us