[ ]
Lycia, E. — Arneai
1 | Τείμαρχος Διοτείμου |
Ἀρνεάτης Ἄσην τὴν καὶ | |
Δημανθίδα, τὴν ἑαυ- | |
τοῦ καὶ Πιννάρμας τῆς | |
5 | Διοδότου θυγατέρα, |
φιλοστοργίας̣ καὶ μνή- | |
μης χάριν, τειμηθεῖ- | |
σαν καὶ ὑπὸ τοῦ δήμου. | |
Ἀρνεατῶν ὁ δῆμος καὶ οἱ | |
10 | συνπολειτευόμενοι πάν- |
τες ἐτείμησαν χρυσῷ | |
στεφάνῳ καὶ εἰκόνι χαλκῇ | |
Ἄσην τὴν καὶ Δημανθίδα | |
Τειμάρχου τοῦ Διοτείμου | |
15 | Ἀρνεᾶτιν τετελευτηκυ- |
ῖαν, γυναῖκα γενομένην | |
σώφρονα καὶ ἀστὴν καὶ κε- | |
κοσμηκυῖαν καὶ τὴν πόλιν | |
[κ]αὶ τὸ γένος τοῖς ἰδίοις | |
20 | τῆς ἀγωγῆς ἐπαίνοις, |
ἀρετῆς ἕνεκεν καὶ δό- | |
ξης καὶ μαρτυρίας ἀσυν- | |
κ̣[ρ]ί̣του καὶ ἀξιοζηλώτου | |
π[ρ]ὸς πᾶν ὑπόδειγμα | |
25 | γυναικῶν. |