[ ] Lycia, E. — Arneai
1 Τείμαρχος Διοτείμου
Ἀρνεάτης Ἄσην τὴν καὶ
Δημανθίδα, τὴν ἑαυ-
τοῦ καὶ Πιννάρμας τῆς
5 Διοδότου θυγατέρα,
φιλοστοργίας̣ καὶ μνή-
μης χάριν, τειμηθεῖ-
σαν καὶ ὑπὸ τοῦ δήμου.
Ἀρνεατῶν ὁ δῆμος καὶ οἱ
10 συνπολειτευόμενοι πάν-
τες ἐτείμησαν χρυσῷ
στεφάνῳ καὶ εἰκόνι χαλκῇ
Ἄσην τὴν καὶ Δημανθίδα
Τειμάρχου τοῦ Διοτείμου
15 Ἀρνεᾶτιν τετελευτηκυ-
ῖαν, γυναῖκα γενομένην
σώφρονα καὶ ἀστὴν καὶ κε-
κοσμηκυῖαν καὶ τὴν πόλιν
[κ]αὶ τὸ γένος τοῖς ἰδίοις
20 τῆς ἀγωγῆς ἐπαίνοις,
ἀρετῆς ἕνεκεν καὶ δό-
ξης καὶ μαρτυρίας ἀσυν-
K?[R]I/?TOU KAI\ A)CIOZHLW/TOU
π[ρ]ὸς πᾶν ὑπόδειγμα
25         γυναικῶν.
Search Help
Contact Us