[ ]
Lycia, E. — Arneai — early reign of Hadrian
[Δημήτριον Ἑρμαπίου δὶς] | |
[τοῦ Ἑρμαδάτου Ἀρνεά]- | |
1 | [την] ἀπὸ Κοροῶν, [ἄν]δρα ἐκ τῶ[ν] |
[π]ρ̣ωτευόντων ἐν τῷ ἔθνει, | |
γ̣ένει δὲ μεγαλόφρονα, | |
crepido abscisa | |
4 | δεκαπρωτεύσαντα ἀπὸ ἐτῶν ιηʹ, |
5 | ἐξ οὗ δὲ κατεστάθ̣[η]σ̣αν εἰκοσά- |
[π]ρωτοι, εἰκοσαπρωτεύοντα, ὄντα | |
[ἐπ]ὶ ἀρχιερέως τῶν Σεβαστῶν Τειμάρ- | |
[χου] ἐτῶν πϛʹ. Νόστιμος Δημητρί- | |
[ου] Ἀρνεάτης ἀπὸ Κοροῶν τὸν ἴδιον̣ | |
10 | [ἑα]τοῦ εὐεργέτην ἀμοιβῆς χάριν vac. |
[τῶ]ν εἴς τε ἑαυτὸν καὶ τέκνα αὐτοῦ εὐερ̣- | |
γεσιῶν, τετειμημένον ταῖς ὑπογε- | |
γραμέναις {²⁶ὑπογεγραμμέναις}²⁶ τειμαῖς. Ἀρνεατῶν ὁ δῆ̣- | |
μος μετὰ τῶν συνπολειτευομένων πά[ν]- | |
15 | των ἐτείμησαν (sic) ταῖς πρώταις τειμαῖς |
καὶ προεδρίᾳ, χρυσῷ στεφάνῳ καὶ ε̣[ἰ]- | |
κόνι χαλκῇ Δημήτριον Ἑρμαπίου | |
τοῦ Ἑρμαπίου τοῦ Ἑρμαδάτου τοῦ Ἑ̣[ρ]- | |
μαπίου τοῦ Ἑρμαδάτου τοῦ Νεικάρ̣- | |
20 | χου τοῦ Στασιθέμιδος, φύσει Δημ[η]- |
τρίου, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ μεγαλ[ό]- | |
φρονα ὑπάρχοντ[α] διὰ προγόνων, πρυταν[εύ]- | |
[σαν]τα καὶ γυμνασιαρχήσ[α]ντα καὶ παραφυ[λα]- | |
[κήσα]ντα καὶ δεκαπρωτεύοντα καὶ πάσα[ς] | |
25 | [τὰ]ς ἀρχὰς καὶ λε̣ι̣του<ρ>γίας τετελεκότ[α] |
καὶ πάσῃ δόξ̣ῃ καὶ κοσμιότη[τ]ι διαφέρον̣[τα] | |
ἀν[α]λογούντως τοῖς ἑαυτοῦ προγόνοι̣ς̣. |