[ ] Lycia, E. — Arneai — early reign of Hadrian
[Δημήτριον Ἑρμαπίου δὶς]
[τοῦ Ἑρμαδάτου Ἀρνεά]-
1 [την] ἀπὸ Κοροῶν, [ἄν]δρα ἐκ τῶ[ν]
[π]ρ̣ωτευόντων ἐν τῷ ἔθνει,
γ̣ένει δὲ μεγαλόφρονα,
  crepido abscisa
4 δεκαπρωτεύσαντα ἀπὸ ἐτῶν ιηʹ,
5 ἐξ οὗ δὲ κατεστάθ̣[η]σ̣αν εἰκοσά-
[π]ρωτοι, εἰκοσαπρωτεύοντα, ὄντα
[ἐπ]ὶ ἀρχιερέως τῶν Σεβαστῶν Τειμάρ-
[χου] ἐτῶν πϛʹ. Νόστιμος Δημητρί-
[ου] Ἀρνεάτης ἀπὸ Κοροῶν τὸν ἴδιον̣
10 [ἑα]τοῦ εὐεργέτην ἀμοιβῆς χάριν vac.
[τῶ]ν εἴς τε ἑαυτὸν καὶ τέκνα αὐτοῦ εὐερ̣-
γεσιῶν, τετειμημένον ταῖς ὑπογε-
γραμέναις {²⁶ὑπογεγραμμέναις}²⁶ τειμαῖς. Ἀρνεατῶν ὁ δῆ̣-
μος μετὰ τῶν συνπολειτευομένων πά[ν]-
15 των ἐτείμησαν (sic) ταῖς πρώταις τειμαῖς
καὶ προεδρίᾳ, χρυσῷ στεφάνῳ καὶ ε̣[ἰ]-
κόνι χαλκῇ Δημήτριον Ἑρμαπίου
τοῦ Ἑρμαπίου τοῦ Ἑρμαδάτου τοῦ Ἑ̣[ρ]-
μαπίου τοῦ Ἑρμαδάτου τοῦ Νεικάρ̣-
20 χου τοῦ Στασιθέμιδος, φύσει Δημ[η]-
τρίου, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ μεγαλ[ό]-
φρονα ὑπάρχοντ[α] διὰ προγόνων, πρυταν[εύ]-
[σαν]τα καὶ γυμνασιαρχήσ[α]ντα καὶ παραφυ[λα]-
[κήσα]ντα καὶ δεκαπρωτεύοντα καὶ πάσα[ς]
25 [τὰ]ς ἀρχὰς καὶ λε̣ι̣του<ρ>γίας τετελεκότ[α]
καὶ πάσῃ δόξ̣ῃ καὶ κοσμιότη[τ]ι διαφέρον̣[τα]
ἀν[α]λογούντως τοῖς ἑαυτοῦ προγόνοι̣ς̣.
Search Help
Contact Us