[ ] Lycia, W. — Kadyanda — Roman period
1       κατεσκεύασεν τοῦτο τὸ μνημεῖον Ἐπάγα-
      θος Κρατέρου ἑαυτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ
      τοῖς ἐξ αὐτῶν τέκνοις γενησαμένοις {²⁶γενησομένοις}²⁶. μηδενὶ
 δὲ ἐξέστω ἐνθάψαι ἢ θεῖναι εἰς τοῦτο τὸ μνημεῖον, ἐκτὸς
5 ἐὰν μὴ αὐτὸς ἐγὼ ἐπιτρέψω. ἐὰν δέ τις παρὰ ταῦτα βιάσηται,
ἀποτείσει τῷ Καδυανδέων δήμῳ δηνάρια χείλια.
Search Help
Contact Us