[ ]
Lycia, W. — Kadyanda — Roman period
1 | κατεσκεύασεν τοῦτο τὸ μνημεῖον Ἐπάγα- |
θος Κρατέρου ἑαυτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ | |
τοῖς ἐξ αὐτῶν τέκνοις γενησαμένοις {²⁶γενησομένοις}²⁶. μηδενὶ | |
δὲ ἐξέστω ἐνθάψαι ἢ θεῖναι εἰς τοῦτο τὸ μνημεῖον, ἐκτὸς | |
5 | ἐὰν μὴ αὐτὸς ἐγὼ ἐπιτρέψω. ἐὰν δέ τις παρὰ ταῦτα βιάσηται, |
ἀποτείσει τῷ Καδυανδέων δήμῳ δηνάρια χείλια. |