[ ] Lycia, W. — Kadyanda
1 [Καδυ]α̣νδέων ἡ βουλὴ
καὶ ὁ δῆμος ἐτείμηι-
σεν {²⁶ἐτείμησεν}²⁶ κατ’ εὐεργεσίαν
Μηνόφιλον Δωσιθέου
5 Καδυανδέα φυλῆς Ἀπολ-
λωνιάδος χρυσῷ {ς} στεφάνῳ
καὶ εἰκόνι χαλκῇ, ἄνδρα καλὸν
καὶ ἀγαθὸν ὑπάρχοντα, διὰ πρ̣ο̣-
[γ]όνων πάσ ἀρετ̣ῇ δι̣[αφέ]ρον-
10 [τ]α, ζῶντα σωφρόνως κα̣ πισ-
τῶς καὶ ἰατρεύοντα καλῶς καὶ
ἐπιτυχῶς καὶ ἀμέμπτως με-
τὰ πάσης̣ ἐνπειρίας, πρυτανεύ-
σαντ̣α αὐθαιρέτως καὶ πλεῖστα
15 ἀναλώσαντα ἐκ τῶν ἰδίων.
Search Help
Contact Us