[ ] Lycia, W. — Kadyanda — Rom. Imp. period
1 Καδυανδέων ἡ βουλὴ
καὶ ὁ δῆμος ἐτείμησεν
κατ’ εὐεργεσίαν καὶ ταῖς
τρίταις τειμαῖς Ὑπερή-
5 νορα Κλεοβούλου Καδυ-
ανδέα φυλῆς Ἀπολλω-
νιάδος, ἄνδρα καλὸν
καὶ ἀγαθὸν καὶ διὰ προ-
γόνων πάσῃ ἀρετῇ
10 διαφέροντα, ἱερασάμε-
νον τῶν Σεβαστῶν καὶ̣
πρυτανεύσαντα καὶ τα-
μιεύσαντα δήμου, γραμ-
ματεύσαντα βουλῆς, τα-
15 μιεύσαντα γερουσίας,
ἱερασάμενον Σεράπι-
δος, γυμνασιαρχήσαν-
τα, παραφυλακήσαντα
δίς, σειτομετρήσαντα,
20 ὑποφυλακήσαντα τοῦ
Λυκίων ἔθνους, εἰκοσα-
πρωτεύοντα καὶ τὰς λοι-
πὰς ἀρχὰς καὶ λειτουρ-
γίας τελέσαντα εὐα-
25        ρέστως.
Search Help
Contact Us