[ ]
Lycia, W. — Tlos — Rom. Imp. period
1 | Ἑρμαῖος ὁ καὶ |
Ὀρχομένης δ Τλωεὺς κατε- | |
σκεύασα τὸ ἡρῷον εἰσιόντων ἐν | |
δεξιοῖς τοῖς γλυκυτάτοις γονεῦσιν | |
5 | Ὀρχομένῃ γʹ καὶ Νάννᾳ τῇ καὶ Ἀρτεμίῳ |
Νεικίου καὶ τῷ ἀδελφῷ μου Ἀρτέμῃ | |
Ὀρχομένου γʹ καὶ τῇ ὑπ’ ἐμοῦ ἀνατετρα- | |
φειμένῃ (sic) Ζωσίμῃ τῇ καὶ Καλλιβρόῃ (sic) καὶ τῇ | |
τροφῷ μου Τύχῃ Νάννας μόνοις καὶ ἐάν | |
10 | τινι ἔτι αὐτὸς ἐνγράφως συνχωρήσω |
τῶν συνγενῶ[ν] μου εἶναι· εἰσιόντω[ν] | |
ἐν ἀριστεροῖς αὐτῷ καὶ γυναικί μου | |
Τάτᾳ τῇ καὶ Λ̣ά̣[λ]ᾳ̣ Λευκίου μόνοις· τ[ὴ]ν δ[ὲ] | |
μέσην κλείνην τοῖς γλυκυτάτοις | |
15 | τέκνοις μου Ὀρχομένῃ καὶ Τάτᾳ μέ- |
χρι μόνων τέκνων αὐτῶν καὶ γαμβροῦ | |
καὶ πιάτρας. ἐὰν δέ τις παρὰ ταῦτα | |
ἐνχειρήσῃ τι, ἀποτείσει τῷ τοῦ Καίσα(ρος) | |
ταμείῳ 𐆖 ͵ζφʹ ∙ ὧν ὁ ἐλένξας λήμψε[τε τὸ γʹ]. | |
20 | τὸ πρῶτον ὑποσόριον ἔστω δούλων μου |
[οἰκείω?]ν καὶ ἀπελευθέρων καὶ οἷ[ς ἂν ἐγὼ ζῶν] | |
[ἐπιτρέψ]ω [κατ’ ἐπι]στολ̣ή̣ν. |