[ ] Lycia, W. — Tlos — Rom. Imp. period
1   τὸ ἡρῷον κατεσκεύασ̣αν οἱ̣ [καθ’ ἑκ?]άσ-
  την κλείνην λαχόντες καὶ ὑπογεγραμμέ-
νο<ι> καὶ ἐπέλαχαν αἱ κλεῖναι· ἐν μὲν δεξιοῖς εἰσερχο-
[μ]ένων Ἀσκληπιάδης ὁ καὶ Φιλουμενός,
5 [Τρ]οκόνδας ὁ καὶ Ἡρακλᾶς, Γλύκων Κρατέρου ∙ βʹ ∙
[Ἐλ]εύθερος ὁ καὶ Ἀπολλώνιος, Καλλίνεικος ∙ δʹ ∙ τοῦ
[Ἀγα]θημέρου, Πολύνεικος ∙ Γλύκωνος· ἐν δὲ τῇ εὐωνύμῳ κλεί-
[νῃ Ε]ἰρηναῖος Δαμᾶ ∙ βʹ ∙ Ζώσιμος ∙ βʹ ∙ Ἀπολλώνιος ∙ γʹ ∙ ὁ καὶ Συμ-
[μ]αχίδης, Φιλόκυρος Ἀπολλωνίου ∙ βʹ ∙ τοῦ Συμμάσιος, Εἰρη-
10 ναῖος Ἀρτείμου, Πομπῆϊος Ἁρπάλου τοῦ καὶ Κάρπου· ἐν δὲ τῇ
μέσῃ κλείνῃ Ἀπολλώνιος καὶ Ζωτικός, Ἐπαφρόδειτος ∙ γʹ ∙
Στέφανος Ἐπαφροδείτου, Ἀλέξανδρος ∙ βʹ ∙ τοῦ Εἰρηναίου,
Εἰρηναῖος ∙ γʹ ∙ Τιλόμα, Πολύκτητος Ἀπολλωνίου ∙ βʹ ∙ τοῦ Συμ-
μάσιος· ἕξουσιν δὲ συνενταφὴν καὶ γυναῖκες
15 αὐτῶν καὶ τέκνα καὶ ἔγγονα μόνα, τὸ δὲ λοιπὸν γέ-
νος πεπαῦσθαι. ἐν δὲ τῷ ὑποσορίῳ τεθήσονται τῶν
ἀπὸ τῆς συμβιώσεως αὐτῶν θρεπτά. ἕτερος δὲ
οὐδὲ εἷς ἕξει ἐξουσίαν οὔτε συνχωρῆσαί τινι
οὔτε ἐνθάψαι τινά, ἢ ὁ ἐπιχειρήσας ὀφειλήσει τῇ Τλωέων
20 πόλει 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον· οὐδὲ ἕτε-
ρος εἰς τὴν ἑτέρου κλείνην τὴν μὴ ἐπικοινωνοῦ-
σαν αὐτῷ καταθήσεταί τινα, ἢ ὁ καταθέμενος ὁ-
μοίως ὀφειλήσει τῇ πόλει 𐆖 τʹ, ὧν καὶ τούτων ὁ ἐλέν-
ξας λήνψεται τὸ τρίτον. ἡ δὲ ἐπιγραφὴ αὕτη
25 [ἀναγέγραπται διὰ τῶν δημοσίων γραμματοφυλακίων]
[ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν — — — — — — — — — —]
Search Help
Contact Us