[ ] Lycia, W. — Tlos — Roman period
a.1 τὸ ἡρῷον κατε-
σκεύασεν Ὁπλῆς
Τροκόνδου Τλωεὺς
ἑαυτῷ καὶ θυγατρὶ
5 Λάλλᾳ Ὁπλέους καὶ
τοῖς ἐξ αὐτῆς. ἑτέ-
ρῳ δὲ οὐδενὶ ἐξέσται
συνχωρῆσαι ἢ θάψαι
 τινά, ἢ ὁ συνχωρήσας
10 ἢ ὁ θάψας ὀφειλήσει̣
τῷ Τλωέων δήμῳ [𐆖 —ʹ]
εἰς δὲ τὸ προδηλού-
 μενον μνημεῖον συνε-
 χώρησα Συντρόφῳ
b.15 πραγματευτ̣ῆ Ἑρμαδαπείμιος τοῦ Εὐελπίστο̣υ̣
κλείνην τὴν οὖσαν  ἐν εὐωνύμοις αὐτῷ καὶ γυναι̣κὶ̣
αὐτοῦ Ἰουλίᾳ καὶ οἷς ἂν ὁ Σύντροφος βούλ̣η-
ται ἐπὶ τῷ μὴ ἔχειν τινὰ ἐξουσίαν καταθέζται (sic) εἰς
τὴν τοῦ Συντρόφου κλείνην, ἐὰν μή τινι ὁ Σύντροφος συν-
20 [χ]ω̣ρ̣ή̣σῃ    ἐπὶ τῷ ἔχειν ἐξουσίαν τὴν Λάλλαν
[ᾧ ἂν βούλητα]ι̣ ζῶσα συνχωρῆσαι. καὶ ἐάν τινι ζῶν ὁ 
[Ὁπλῆς συνχω]ρήσῃ ἐν ταῖς δυσὶ κλείναις, τὴν
[ἐξουσίαν εἶναι] μόνην ἀνατρέχουσαν εἰς τὴν τοῦ
[Συντρόφου κλείνην].      vacat
Search Help
Contact Us