[ ]
Lycia, W. — Tlos — Roman period
a.1 | τὸ ἡρῷον κατε- |
σκεύασεν Ὁπλῆς | |
Τροκόνδου Τλωεὺς | |
ἑαυτῷ καὶ θυγατρὶ | |
5 | Λάλλᾳ Ὁπλέους καὶ |
τοῖς ἐξ αὐτῆς. ἑτέ- | |
ρῳ δὲ οὐδενὶ ἐξέσται | |
συνχωρῆσαι ἢ θάψαι | |
τινά, ἢ ὁ συνχωρήσας | |
10 | ἢ ὁ θάψας ὀφειλήσει̣ |
τῷ Τλωέων δήμῳ [𐆖 —ʹ] | |
εἰς δὲ τὸ προδηλού- | |
μενον μνημεῖον συνε- | |
χώρησα Συντρόφῳ | |
b.15 | πραγματευτ̣ῆ Ἑρμαδαπείμιος τοῦ Εὐελπίστο̣υ̣ |
κλείνην τὴν οὖσαν ἐν εὐωνύμοις αὐτῷ καὶ γυναι̣κὶ̣ | |
αὐτοῦ Ἰουλίᾳ καὶ οἷς ἂν ὁ Σύντροφος βούλ̣η- | |
ται ἐπὶ τῷ μὴ ἔχειν τινὰ ἐξουσίαν καταθέζται (sic) εἰς | |
τὴν τοῦ Συντρόφου κλείνην, ἐὰν μή τινι ὁ Σύντροφος συν- | |
20 | [χ]ω̣ρ̣ή̣σῃ ἐπὶ τῷ ἔχειν ἐξουσίαν τὴν Λάλλαν |
[ᾧ ἂν βούλητα]ι̣ ζῶσα συνχωρῆσαι. καὶ ἐάν τινι ζῶν ὁ | |
[Ὁπλῆς συνχω]ρήσῃ ἐν ταῖς δυσὶ κλείναις, τὴν | |
[ἐξουσίαν εἶναι] μόνην ἀνατρέχουσαν εἰς τὴν τοῦ | |
[Συντρόφου κλείνην]. vacat |