[ ] Lycia, W. — Tlos — Rom. Imp. period
1 ζῇ ∙ τὸ ἡρῷον κατεσκεύασεν Ζώσιμος
Νεικητικοῦ β τοῦ Λυσανίου Τλωεὺς ἑαυτῷ καὶ
 τέκνοις καὶ γυναικὶ καὶ τοῖς ἐξ αὐτοῦ καὶ ᾧ ἂν ἐν-
 γράφως συνχωρήσῃ. ἐὰν δέ τις δίχα τοῦ συνχω-
5      ρῆσαι τὸν κατεσκευα̣κότα Ζώσιμον θ<ά>ψῃ
     τινά, ὀφειλήσει τῷ ἱερωτάτῳ ταμεί-
       ῳ ἐπιτειμίου 𐆖 ∙ ͵αφʹ ∙ ἐὰν δὲ συνχω-
       ρήσῃ τινὶ ὁ κατεσκευακὼς Ζώσιμος, ἕ-
       ξει ἐξουσίαν ὁ λαβὼν τὸ συνχώρημα
10             οἷς ἂν βούληται θάπτειν. ❦
Search Help
Contact Us