[ ] Lycia, W. — Tlos — Roman period
1 [τὸ μνῆμ]α [․․c.7․․]ας τῆς [Ἀλ]εξάνδρου β τοῦ Διονυσίου
[․․c.7․․έ]ω[ς] {²⁷[Καδυανδέ]ω[ς]?}²⁷ δεδομένου [συ]νχωρήματος κυρείας ἐν τῇ ιγ
[Αὐδη?]ν[αί]ου μη̣[ν]ὸς τοῦ  ἐπὶ ἀρχιερέος Καισιανοῦ vacat
[․c.5․ο]ς ἔτου̣[ς]   ὑπὸ Ἀπολλωνίου τοῦ καὶ Εἰρηναίου [ἀρ]-
5 [χ]ε̣ίο[ι]ς ε̣ἰς ὃ τέθαπται Ἀ̣λ̣έξανδρος β τοῦ Διονυσίου ὁ πατὴρ̣
καὶ υἱὸς Ἀλέξανδρος Εἰρη[ν]αίου. ταφήσεται δὲ καὶ αὐτὴ καὶ ὁ ἀνὴρ αὐτῆς̣
[Ε]ἰ̣ρηνα̣ῖος Σωσιβίου.  ἄλλῳ δὲ οὐδενὶ ἐξέσται vacat
  θ̣άψα̣ι τινά, ἢ δώσει   Τλωέων τῇ γερουσίᾳ vacat
   𐆖 ͵α, ὧ[ν] ὁ <ἐ>λένξ[α]ς τὸ [τρί]τ̣ον λήμψεται. vacat
Search Help
Contact Us