[ ]
Lycia, W. — Tlos — 42 BC or sh. after
[Τλωέων τῆς μητροπόλεως] | |
[τοῦ Λυκίων ἔθνους ἡ βου]- | |
[λὴ καὶ ὁ δῆμος ἐτείμησεν] | |
[— — — — — — — — — — — —] | |
[— — —, ἄνδρα ἀγαθὸν καὶ κα]- | |
1 | λ̣ὸν διὰ προγόνων ὑπάρχοντα, |
Λυκιαρχήσαντα τοῦ ἔθνους | |
τὰς τρῖς συναγωγὰς τοῦ κοι- | |
νοῦ καθαρῶς καὶ ἐνδόξως καὶ | |
5 | ἐπὶ συμφέροντι τοῦ ἔθνους |
καὶ πρεσβεύσαντα ἐπιτυχῶς | |
ὑπὲρ τῆς ἐλευθερίας καὶ | |
τῶν νόμων καὶ ἱερατεύσαν- | |
τα Ῥώμης Λυκίων τοῦ κοι- | |
10 | νοῦ κατὰ πενταετηρίδα φιλο- |
δόξως καὶ μεγαλομερῶς | |
καὶ ταμιεύσαντα τοῦ κοινοῦ | |
καθαρῶς καὶ ἐπισστατήσαν- | |
τα τῶν μεταπέμπτων δικασ- | |
15 | τηρίων καὶ προστάντα τῆς δω- |
σιδικίας ἴσως καὶ δικαίως | |
καὶ ἐν τῇ λοιπῇ τοῦ βίου πολει- | |
τείᾳ πολλὰ καὶ μεγάλα ἀνη- | |
[λ]ώσαντα εἴς τε τὸν τῆς π[όλεως] | |
20 | [κόσμον — — — — — — — — — — — —] |