TAM II 583
[ ] Lycia, W. — Tlos — 42 BC or sh. after
[Τλωέων τῆς μητροπόλεως]
[τοῦ Λυκίων ἔθνους ἡ βου]-
[λὴ καὶ ὁ δῆμος ἐτείμησεν]
[— — — — — — — — — — — —]
[— — —, ἄνδρα ἀγαθὸν καὶ κα]-
1 λ̣ὸν διὰ προγόνων ὑπάρχοντα,
Λυκιαρχήσαντα τοῦ ἔθνους
τὰς τρῖς συναγωγὰς τοῦ κοι-
νοῦ καθαρῶς καὶ ἐνδόξως καὶ
5 ἐπὶ συμφέροντι τοῦ ἔθνους
καὶ πρεσβεύσαντα ἐπιτυχῶς
ὑπὲρ τῆς ἐλευθερίας καὶ
τῶν νόμων καὶ ἱερατεύσαν-
τα Ῥώμης Λυκίων τοῦ κοι-
10 νοῦ κατὰ πενταετηρίδα φιλο-
δόξως καὶ μεγαλομερῶς
καὶ ταμιεύσαντα τοῦ κοινοῦ
καθαρῶς καὶ ἐπισστατήσαν-
τα τῶν μεταπέμπτων δικασ-
15 τηρίων καὶ προστάντα τῆς δω-
σιδικίας ἴσως καὶ δικαίως
καὶ ἐν τῇ λοιπῇ τοῦ βίου πολει-
τείᾳ πολλὰ καὶ μεγάλα ἀνη-
[λ]ώσαντα εἴς τε τὸν τῆς π[όλεως]
20 [κόσμον — — — — — — — — — — — —]
Search Help
Contact Us