[ ] Lycia, W. — Tlos — bef. 100 BC
[Τλωέων τῆς μητροπόλεως τοῦ]
[Λυκίων ἔθνους ἡ βουλὴ καὶ ὁ]
[δῆμος ἐτείμησεν — — — — — —]
[— — — — — — — — — — — — — —]
[— — — — — — — καὶ σειτήσει]
1 ἐν πρυτανείωι, ἄνδρα ἀγαθὸν γε-
γονότα καὶ διὰ προγόνων εὐεργέ-
την τοῦ δήμου καὶ πολλὰ τῶν
συμφερόντων καὶ τὰ μέγιστα
5 [π]ρὸς δόξαν κατεργ̣ασμένον (sic)
[τ]ῶι δήμωι καὶ τῶι Λυκίων ἔθνει
[κ]αὶ ἐν τοῖς πολέμοις ἐπάνδρως
ἀ̣γωνισάμενον καὶ ἀριστεύσαν-
τα καὶ διατηρήσαντα τούς τε νό-
10 μους καὶ τὴν πάτριον δημοκρατί-
αν καὶ ἱερατεύοντα̣ διὰ βίου πρὸ πό-
λ̣εως Σα̣βά̣ζου (sic) φιλοδόξως καὶ με-
γαλομερῶς καὶ ἐν πάσῃ τῆι πολει-
τείᾳ καὶ κακοπαθῶς καὶ ἐπιτυχῶς
15 καὶ δικαίως ἀναστρεφόμενον.
Search Help