[ ] Lycia, W. — Tlos — 136 AD
1 Τλωέων τῆς μητροπόλ[εως]
 τοῦ Λυκίων ἔθνους ἡ βου-
 λὴ καὶ ὁ δῆμος καὶ ἡ γερουσ[ία]
  Ὀπραμόαν Ἀπολλωνίο[υ]
5   δὶς τοῦ Καλλιάδου Τλ[ωέα]
  καὶ Ῥοδιαπολείτην, πο[λει]-
  τευόμενον δὲ καὶ ἐν τα̣[ῖς]
  κατὰ Λυκίαν πόλεσι [πά]-
  σαις, τὸν ἀρχιερέα τ[ῶν]
10   Σεβαστῶν καὶ γραμμα[τέα]
  Λυκίων τοῦ κοινοῦ, [δι’ ἃ πα]-
  ρέσχεν καὶ τῇ ἡμετέρ[ᾳ πό]-
  λει, χαρισάμενον καὶ [ἀργυ]-
  ρίου δηναρίου μυριάδα[ς ἓξ]
15   εἰς τὴν τοῦ θεάτρου κα̣[τα]-
  σκευὴν καὶ ἐξέδρας τ̣[ῆς]
  ἐν τῷ βαλανείῳ, ἄνδρα μ̣[εγα]-
  λόφρονα καὶ φιλότειμον̣ [καὶ]
  φιλάγαθον καὶ πάσῃ ἀρ[ετῇ]
20   κεκοσμημένον, ἐπὶ τῇ <κ>[αὶ]
  εἰς τὴν ἡμετέραν πό[λιν]
  ὑπερβαλλούσῃ μεγα̣[λο]-
        φροσύνῃ·
  δωρησάμενον καὶ κατὰ δια[θή]-
25   κην ἀγρὸν ἐν τῇ Κορυδαλλι-
  κῇ ἐν τόπῳ Χαράδραις καὶ Παιδα̣-
  γωγῷ φέροντα ἐτήσια 𐆖 ͵ασνʹ εἰς
 πανήγυριν πενταετηρικὴν καὶ διαν̣[ο]-
∙μὴν ἀνδράσιν σειτομετρουμένοις
30             ἀνὰ 𐆖 αʹ.
Search Help
Contact Us