[ ] Lycia, W. — Tlos
1 Λυ[κίων] τ̣ὸ κοινὸν   
Ἀπολλώνιον Ἀντιγένους
Τλωέα, πολειτευόμενον δὲ
κα̣ὶ ἐν ταῖς κατὰ Λυκίαν πόλεσι
5 πάσαις, τὸν ἱππάρχην τοῦ ἔθνο̣[υς],
ἄνδρα καλὸν καὶ ἀγαθὸν δι̣[ὰ τῶν]
προγόνων καὶ πάσῃ ἀρε̣τῇ̣ [καὶ]
μεγαλοφροσύνῃ διαφ[έροντα].
Search Help
Contact Us