[ ]
Lycia, W. — Pinara — Roman period
1 | τὸ μνημεῖον |
Πτολεμαΐδος τῆς Δαμονείκου, | |
ὥστε μηδενὶ ἐξεῖναι ἑτέρῳ μηδὲ τοῦ | |
γένους κηδευθῆναι ἐν αὐτῷ κατὰ | |
5 | μηδένα τρόπον, ἢ τὸν ἐπιχειρήσαντά τι |
ἢ κηδεύσαντα ἕτερον ἐν τῷ μνημείῳ | |
τούτῳ ὀφείλειν Πιναρέων τῷ δήμῳ | |
δηνάρια πεντάκις χείλια, ἐξ ὧν | |
ὁ ἐλένσας {²⁶ἐλένξας}²⁶ λήμψεται τὸ πέμπτον, | |
10 | κηδευθείσης ἐμοῦ μόνης ἐν τῷ |
μνημείῳ τούτῳ. |