[ ]
Lycia, W. — Pinara — mid-1st-early 2nd c. AD
1 | τὸ μνημεῖον τοῦτο προσεπεσκευάσθη ὑπὸ Κλαυδίου Ἑρμᾶ, τροφέος Κλαυδίας Πλατωνίδος Πι- |
ναρίδος, <ο>ὗ καινὴν κυρείαν ἔχε̣ι κατὰ τὸ γεγονὸς αὐτῷ συνχώρημα ὑπὸ Γαίου Λικιννίου Ἑρμακό<ττ?>ου Πιναρέ- | |
ος καὶ ἀναγεγραμμένον ἐπὶ ἀρχιερέως Πασικράτου Δαισίου ζʹ, εἰς ὃ μνημεῖον μόνοις ἐξεῖναι | |
ταφῆναι αὐτῷ Κλαυδίῳ Ἑρμᾷ καὶ τῇ γυναικὶ αὐτοῦ Συνέσει. ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται θάψαι τινὰ κα- | |
5 | τ’ οὐδένα τρόπον. ὁ δὲ θάψας ἢ ἐφευρών τι ᾧ δή ποτε τρόπῳ περὶ τὸν τάφον ἁμαρτωλὸς |
ἔστω θεοῖς καταχθονίοις καὶ ὀφειλέτω Πιναρέων τῷ δήμῳ | |
𐆖̣ χεί<λ>ια, ἐξ ὧν τὸ τρίτον λήνψεται ὁ ἐλένξας. |