[ ]
Lycia, W. — Pinara — 3rd c. BC
1 | Τελεσίας Τιλόμα Διελιτῶν γένους |
τὸ ἡρῶιον [κ]ατεσκεύακεν αὑτῶι καὶ τῆι | |
γυναικὶ καὶ τοῖς τέκνοις καὶ ἐγγόνοις | |
αὐτοῦ. ἄλλωι δὲ μηθενὶ ἐξέστω | |
5 | ἐπανοῖξαι τὸ ἡρῶιον μηδὲ προ[σ]τάξαι ἑτέρωι. |
ἐὰν δέ τις παρὰ ταῦτα ποιήσηι, ἁμαρτωλὸς | |
ἔστω θεῶν πάντων καὶ Λητοῦς | |
καὶ τῶν τέκνων vacat καὶ προσ- | |
αποτεισάτω τάλαντον ἀργυρίου | |
10 | καὶ ἐξέστω τῶι βουλομένωι |
ἐγδικάζεσθαι περὶ τούτων. |