[ ] Lycia, W. — Letoion
See also:
1 [Εὐ]κλείδην τρὶς τοῦ Ἀπολλωνίου
Ξάνθιον, ἄνδρα ἔνδοξον ἐκ προγό-
νων, βουλευτήν, ἄρξαντα τῇ πατρίδι
ἀγορανομίαν πόλεως ∙ πρυταν̣εύσα[ν]-
5 τα β καὶ ἐν ἐθν̣[ι]κῇ πανηγύρει ∙ γυμνασι-
αρχήσαντα τῶν νέων β ∙ ἀγωνοθετή-
σαντα β τῶν πατρῴ<ω>ν θεῶν μεγίστην
καὶ ἐπώνυμον ἀρχήν, τειμηθέντα καὶ ὑπὸ
τῶν ἱερῶν ξυστικῆς τε καὶ θυμελικῆς συν̣-
10 όδων εἰκόνι τε γραπτῇ καὶ ἀνδριάντος
ἀναστάσει ∙ ἱερατεύσαντα καὶ ταμιεύσαν-
τα τῶν πατρῴων θεῶν ∙ ταμείαν πόλε-
ως ∙ ἐργεπιστατήσαντα τοῦ ἐν πόλει γυ-
μνασίου ∙ καὶ βωμοῦ χαλκέου τῶν πατρῴ-
15 ων θεῶν, τελέσαντα δὲ καὶ τὰς λοιπὰς λει-
τουργίας καὶ ὑπὲρ τῶν ἐγγόνων,
Ξανθίων τῆς μητροπόλεως τοῦ Λυ-
κίων ἔθνους ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί-
μησεν τῷ ἀνδριάντι ἐπὶ τῇ τοῦ βίου αἰ-
20 δήμονι καὶ κοσμίῳ ἀναστροφῇ καὶ
ἐφ’ αἷς ἐτέλεσεν προγεγραμ-
μέναις φιλοτείμως ἀρχαῖς,
τὸν δὲ ἀνδριάντα ἀνεδέ-
<ξ>ατο ἐκ τῶν ἰδίων ἀναστή-
25            σειν.
Search Help