TAM II 495
[ ] Lycia, W. — Letoion — Rom. Imp. period
See also:
1 Ξ̣ανθίων ἡ βουλὴ καὶ ὁ [δῆμος]
ἐτείμησεν χρυσῷ στεφ̣[άνῳ]
καὶ εἰκόνι χαλκῇ Τιβέριον Κ[λαύ]-
διον Τιβερίου Κλαυδίου Ἰάσ̣[ο]-
5 νος υἱὸν Κυρείνα Ἀγριππεῖνο̣[ν],
Ῥ̣ωμ̣αῖον καὶ Παταρέα καὶ Ξάνθιο̣[ν]
καὶ Μυρέα, πολειτευόμενον δὲ καὶ ἐν ταῖς κατὰ [Λυ]-
κίαν π̣όλ̣εσι πάσαις, τὸν ἀ̣ρχιερέα τῶν Σεβαστῶν [καὶ]
[γ]ραμ̣μ̣ατέα Λυκίων τοῦ κοινοῦ, ἀρχιερατεύσα[ντα δὲ]
10 τῶν Σεβαστῶν καὶ ἀγωνοθετήσαντα ἐν τῇ ἠγμ[ένῃ]
πανηγύρει ἐν τῷ παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λη-
τ̣οῦς εὐσεβῶς καὶ φιλο[δ]όξως, ποιησάμενον δὲ καὶ
[ἀρ]γ̣υρικὰς τῇ πό[λ]ει καὶ τῷ [ἔ]θνει ἐπιδόσεις, τετειμη-
[μ]έ̣νον καὶ ὑπὸ [Λυ]κ̣[ίων τ]οῦ κοινοῦ ταῖς πρώταις
15 [καὶ] δευτέραις καὶ τρίταις τειμαῖς καὶ ὑπὸ τοῦ κο[ι]-
[νο]ῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων καὶ ὑπὸ τῶν ἐ[ν]
Π̣αμφυλίᾳ πόλεων, προγόνων ὑπ̣ά̣[ρ]χοντα
[σ]τρα̣τηγῶν καὶ ναυάρχων, ἄ[ν]δρα
[μ]εγαλόφρονα, χρηστόν, λόγ̣ῳ κ̣αὶ
20 [ἤ]θ̣ει κ̣αὶ δικαιοσύνῃ διαφέρον[τα],
[ἀρετ]ῆς ἕνεκεν.
Search Help
Contact Us