[ ]
Lycia, W. — Patara — late 1st c. BC/1st c. AD
1 | τὸ μνημεῖον κατεσκεύασεν ἐκ θεμελίων σὺν τῇ καμάρᾳ καὶ τῷ ἀν̣[ω]- |
γ̣είῳ οἴκῳ καὶ τῷ περιβόλῳ καὶ [τῷ ἐν] τ̣ῷ μ̣νημ̣[ε]ίῳ πλ[ά]τᾳ Πόπλιος Πακώνιος Ἑρμείας | |
ὁ καὶ Ἠ[θ]ι̣κὸς Ῥόδιος καὶ Παταρ[ε]ὺς ἑα̣υτ̣[ῷ] ἐπὶ τῷ ἀποτεθῆναι αὐτὸν καὶ γυναῖκα̣ α[ὐ]τοῦ | |
Οὐειλίαν Νείκην καὶ τὸν υἱὸν αὐτῶ̣[ν] Τιβέρ̣ι̣ον Κλαύδιον Πακωνιανὸν Μόσχον κ̣α̣[ὶ ἐκγό]- | |
5 | νους ἐν τ[ῷ] τῆ̣ς ψαλίδος μέ[ρ]ει σκα̣ι̣[ῷ], οὗ [ἡ] μ̣ολυ[β]ῆ̣ θ̣ή[κ]η̣ ὑπὲρ̣ τὸ ὑποσόριον· ἄλλῳ δὲ μηδ[ενὶ] |
ἐξ̣εῖναι ἐν τῇ θήκῃ τα̣ύτῃ τεθῆνα̣ι. | |
ἐν̣τίθεσ̣[θ]αι ἐ̣π̣ι̣τ<ρ?>έπ̣ω̣ π̣ρὸς [τούτ]ο[ις καὶ τὴν? Π]λωτία̣ν Πακωνίαν ἐπικ[λ]ηθ̣ε[ῖσαν] | |
καὶ Μόσχην θυγατ̣έρ[α α]ὐτ[οῦ κ]αὶ Θ̣έρ[μο]ν [κα]ὶ Πρέ̣π̣οντ̣[α καὶ Σύ]ν̣[φο?]ρ̣ο[ν Συ]νφόρ̣ο[υ] υἱ̣[οὺς] | |
τὸ γένος καὶ Οὐειλίαν Νείκ[ην] τ[ὴ]ν γ[ενομέν]ην γ̣υναῖκ[α Ο]ὐειλίο[υ] Σ[υ]νφόρ[ο]υ καὶ Πακώνιον Εὐφρό[συ]- | |
10 | νον ἀπελεύθερον Μόσχου [κ]αὶ Ἐπαφρόδειτον υἱὸν [Ο]ὐειλία̣[ς] Νείκη̣ς· ἄλλῳ δὲ μηδενὶ ἐξεῖν̣[αι] |
εἰς {εἰς} ταύτας τὰς θήκας ἢ τὴν ψα̣λίδ[α] ἀποθέσθαι τινὰ μηδὲ συνχορῆσα̣ι θεῖνα̣ι, ἢ τὸν θέντ[α] | |
ἢ συνχωρήσα̣ντα ὀφείλειν τῷ το<ῦ> κυ̣ρίου Κ̣[α]ίσα̣ρος̣ [φ]ίσκ[ῳ 𐆖 ͵a?] ἔ̣χοντος τὸ τρίτον τοῦ μη̣- | |
νύσαντος· δούλους δὲ κα̣ὶ ἀπελευθέρους Πακωνίου Μόσ̣[χ]ου καὶ κληρον̣όμων αὐτο[ῦ] | |
ἐξεῖν[α]ι τίθεσθαι εἰς τὸ ὑποσόριον· ἐὰ̣ν δέ τινα ἕτερον τεθῆ̣ν̣αι θελήσω, ἐ̣ν̣γ̣ράψω | |
15 | [δι’] ἀ̣ρχείων. |