[ ]
Lycia, W. — Patara — Roman period
1 | [τὸν τύμβον] σ̣ὺν τοῖ̣ς̣ βάθ̣ρ̣[οις καὶ τῷ πλάτᾳ?] |
[καὶ τοῖς ὑπο]σορίοις δυσὶν καὶ τοῖς̣ [ἐν τῷ] | |
[τύ]μ̣βῳ [κει]μένοις ἀνγείοις δυσίν, ἑνὶ̣ μ̣[ὲν] | |
[το]π̣ικῷ, ἑτέρῳ δὲ Ἀσιανῷ, κατεσσκεύασεν [καὶ] | |
5 | ἀ̣πέθηκεν (sic) Ζώσιμος οἰκονόμος Τιβερί[ου] |
Κλαυδίου Ἀγριππείνου. καὶ ἰς μὲν τὸ το- | |
πικὸν κατέθετο ἤδη τινὰς καὶ ἠσφα- | |
λίσατο κόραξιν σιδηρέοις καὶ ἐμολυ̣- | |
βοχόησεν (sic), ἐν ᾧ ἀνγείῳ μηδενὶ ἐξέσ̣- | |
10 | τω μήτε ἀνοῖξαι μήτε καταθέσθαι |
τινά· εἰς δὲ τὸ Ἀσιανὸν κηδευθῆναι | |
ἑαυτὸν καὶ ᾧ ἂν ἑτέρῳ ἢ ζῶν συνχω- | |
ρήσῃ ἢ γράμμα τινὶ δοῖ (sic)· εἰς δὲ τὰ ὑποσ[ό]- | |
ρια κατατεθῆναι τοὺς θρεπτοὺς καὶ θρε- | |
15 | πτὰς αὐτοῦ. ἐὰν δέ τις παρὰ τοῦτό τι |
ποιήσῃ, ὀφειλέσει τῷ δήμῳ τῷ Πατα- | |
ρέων δηνάρια χεί<λ>ια πεντακόσια, | |
ὧν τὸ τ[ρίτον ὁ μηνύσα]ς̣ λ̣ήμψεται. |