[ ] Lycia, W. — Patara — Roman period
1 [τὸν τύμβον] σ̣ὺν τοῖ̣ς̣ βάθ̣ρ̣[οις καὶ τῷ πλάτᾳ?]
[καὶ τοῖς ὑπο]σορίοις δυσὶν καὶ τοῖς̣ [ἐν τῷ]
[τύ]μ̣βῳ [κει]μένοις ἀνγείοις δυσίν, ἑνὶ̣ μ̣[ὲν]
[το]π̣ικῷ, ἑτέρῳ δὲ Ἀσιανῷ, κατεσσκεύασεν [καὶ]
5 ἀ̣πέθηκεν (sic) Ζώσιμος οἰκονόμος Τιβερί[ου]
Κλαυδίου Ἀγριππείνου. καὶ ἰς μὲν τὸ το-
πικὸν κατέθετο ἤδη τινὰς καὶ ἠσφα-
λίσατο κόραξιν σιδηρέοις καὶ ἐμολυ̣-
βοχόησεν (sic), ἐν ᾧ ἀνγείῳ μηδενὶ ἐξέσ̣-
10 τω μήτε ἀνοῖξαι μήτε καταθέσθαι
τινά· εἰς δὲ τὸ Ἀσιανὸν κηδευθῆναι
ἑαυτὸν καὶ ᾧ ἂν ἑτέρῳ ἢ ζῶν συνχω-
ρήσῃ ἢ γράμμα τινὶ δοῖ (sic)· εἰς δὲ τὰ ὑποσ[ό]-
ρια κατατεθῆναι τοὺς θρεπτοὺς καὶ θρε-
15 πτὰς αὐτοῦ. ἐὰν δέ τις παρὰ τοῦτό τι
ποιήσῃ, ὀφειλέσει τῷ δήμῳ τῷ Πατα-
ρέων δηνάρια χεί<λ>ια πεντακόσια,
ὧν τὸ τ[ρίτον ὁ μηνύσα]ς̣ λ̣ήμψεται.
Search Help
Contact Us