[ ]
Lycia, W. — Patara — 18-37 AD
1 | Παταρέων ὁ δῆμος Πολυπέρχοντα Πολυπέρχοντος τοῦ Δημητρίου |
Παταρέα, τὸν ἀρχιιερέα διὰ βίου θεῶν ἐπιφανῶν Γερμανικοῦ Καί<σ>αρος κ- | |
αὶ τοῦ σύμπαντος αὐτῶν οἴκου καὶ προφήτην τοῦ πατρῴου Ἀπόλλωνος, ἱ- | |
ερατεύσαντα τοῦ θεοῦ καὶ πρυτανεύσαντα καὶ γραμματεύσαντα Λυκίων κατ’ [ἐκ?]- | |
5 | λησί<α>ν καὶ τὰς τρεῖς ἀρχὰς ἄρξ<α>ντα ἐν ἑνὶ ἐνιαυτῷ φιλοδόξως, τειμηθέντα κατ̣’ εὐεργεσίαν τα<ῖς> π- |
ρώταις καὶ δευτέραις τειμαῖς ὑπὸ τῆς πόλεως καὶ ὑπὸ τοῦ κοινοῦ τῶν Λυκίων, καὶ νομογρα- | |
φήσαντα Λυκίοις καὶ ὑποιππαρχήσαντα καὶ ἐπισστατήσαντα τῶν μεταπέμπτων δικαστηρίων | |
ἴσως, πεπολειτευμένον δὲ καὶ τὴν πανήγυριν τὴν ἐπὶ Καίσαρι Γε<ρ>μανικῷ καὶ τὴν ἐπικατασκευὴν τοῦ θε- | |
[άτρ]ου καὶ πολλῶν ἔργων τῶν τῆς πόλεως, εἰς ἃ καὶ ἐπαγγειλάμενος ἐκ τῆς ἰδίας οὐσίας ἔδωκεν χρή<μ>α- | |
10 | [τα ἀναπόδο?]τα, πάσηι ἀρετῆι καὶ εὐσεβείᾳ καὶ δικαιοσύνηι διαφέροντα. |