[ ]
Lycia, W. — Patara — 147 AD
1 | Αὐτοκράτορι Καίσαρι θεοῦ Ἁδριανοῦ υἱῷ, θεοῦ Τραιανοῦ |
Παρθικοῦ υἱωνῷ, θεοῦ Νέρουα ἐγγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ | |
Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ, ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς | |
ἐξουσίας τὸ ιʹ, ὑπάτῳ τὸ δʹ, πατρὶ πατρίδος, καὶ θεοῖς | |
5 | Σεβαστοῖς καὶ τοῖς πατρῴοις θεοῖς καὶ τῇ γλυκυτάτῃ |
πατρίδι, τῇ Παταρέων πόλει, τῇ μητροπόλει τοῦ | |
Λυκίων ἔθνους, Οὐειλία Κο(ΐντου) Οὐειλίου Τιτιανοῦ θυγάτηρ | |
Πρόκλα Παταρὶς ἀνέθηκεν | |
καὶ καθιέρωσεν τό τε προσκήνιον, ὃ κατεσκεύασεν | |
10 | ἐκ θεμελίων ὁ πατὴρ αὐτῆς Κο(ΐντος) Οὐείλιος Τιτιανός, |
καὶ τὸν ἐν αὐτῷ κόσμον καὶ τὰ περὶ αὐτὸ καὶ τὴν τῶν | |
ἀνδριάντων καὶ ἀγαλμάτων ἀνάστασιν | |
καὶ τὴν τοῦ λογείου κατασκευὴν καὶ | |
πλάκωσιν, ἃ ἐποίησεν αὐτή· τὸ δὲ ἑνδέκατον | |
15 | τοῦ δευτέρου διαζώματος βάρον καὶ τὰ βῆλα |
τοῦ θεάτρου κατασκευασθέντα ὑπό τε τοῦ | |
πατρὸς αὐτῆς καὶ ὑπ’ αὐτῆς | |
προανετέθη καὶ παρεδόθη κατὰ τὰ ὑπὸ τῆς κρατίστης | |
βουλῆς ἐψηφισμένα. |