[ ] Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period — GVI 1320
1 τὸν θεὸν αὐτὸν
<σ>οί {²⁷ἑοῖ = σαυτῷ?}²⁷· μεῖνον, ξένε·
μή με παρέλθῃς, |
μέχρις ἴδῃς στή-
5 λης τὰ προκείμε-
να γράμματα
Μουσῶν. | οὐ γὰρ
καυχήσεται εὐ-
πρεπὴς κατ’ ἐμο-
10 ῦ | οὐδ’ ἐπιλυπήσει με
τὸν ἄθλιον οὐδὲ δύ-
<ν>ατε. | εἰ δέ <μ>ε καὶ Μοίρης
μίτος ἤγαγεν ἰς χάος ἐλ-
θεῖν, | τοῦτ’ ἔφερεν Ἀχιλλεῖ
15 πρὸς Ξάνθιον ἄστυ <κ>α-
τε<λ>θεῖν ∙ |
Πανθία τῷ ἰδίῳ ἀνδρὶ
Ἀχιλλεῖ π(άλῳ) αʹ μυρμ̣ι-
λώνων ἐκ τῶν ἰδίων
20 μνείας χάριν. 〚Τ̣Α〛 ὃς ἂν
δὲ τὸν βωμὸν μετα-
θήσει ἢ ἀν<ο>ρ̣ύξ̣ῃ, δώσει
ἰς τὴν [πόλιν 𐆖] ͵βφʹ   καὶ
ἰς τὸν φ[ίσκον]  𐆖 μ(ύρια) αʹ.
Search Help
Contact Us