[ ] Lycia, W. — Xanthos (Kınık) — Roman period
1 τὴν σωματοθήκην ἐωνήσατο
Αἴλιος Μάρκελλος δὶς Καδυαν-
δεὺς οἰκῶν ἐν τῇ λαμπρο-
τάτῃ Ξανθίων μητρο-
5 πόλει διὰ τῶν ἀρχείων
τῇ ἐνάτῃ τοῦ Ἀρτεμεισίου
μηνὸς ἀρχιερέως Ἁρμοδί-
ου ἔ̣τους ἐπὶ τῷ τεθῆναι
 αὐτὸν καὶ γυναῖκα αὐτοῦ
10 Αὐρηλίαν Πρείμαν καὶ τὰ ἐξ αὐ-
τῶν παιδία, ἕτερον δὲ μηδέ-
να, ἢ ἀποτείσι τῇ πόλει ἀττι-
κὰς δισχε̣ιλίας.
Search Help
Contact Us