[ ]
Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
in summa fascia crepidinis: | |
1 | Αὐρήλιος Δημητριανὸς υἱὸς Ἡραΐσκου τοῦ Β̣α̣?τα̣ρ̣[ί]?δο[υ] |
infra in tabula: | |
2 | ἐπριάμην τὴν σωματο- |
θήκην καὶ ἐνέθαψα τὴν γε- | |
νομένην̣ γυναῖκά μου Ναν- | |
5 | νίδα. βούλομαι δὲ καὶ αὐτὸς |
τεθῆναι, ἕτερον δὲ μηδένα | |
ἄνευ τῆς ἐμῆς βουλήσεως. | |
ἐὰν δέ τις παρὰ τοῦτο ποιήσῃ, | |
ὑποκείσεται αὐτοῦ τὰ ὑπάρ- | |
10 | χοντα τῷ ἱερωτάτῳ ταμείῳ |
καὶ τῇ πρὸς τοὺς κατοιχομένους ἀσεβ̣εία̣. |