[ ]
Lycia, W. — Xanthos (Kınık) — 2nd/early 3rd c. AD
1 | Πάνκαλον Μουκιανοῦ |
τοῦ Πανκάλου Ξάνθιον, | |
υἱὸν ἀνδρὸς ἐπισήμου | |
βουλευτοῦ τελέσαντος | |
5 | ἀρχάς, δημοτικὴν μὲν |
μίαν, βουλευτικὰς δὲ | |
πάσας ∙ ἀγωνισάμενον | |
ἀνδρῶν πάλην ἐν τῷ | |
ἐπιτελεσθέντι ἀγῶνι | |
10 | πρώτῳ θέμιδος ἐκ δια- |
θήκης Τιβ(ερίου) ∙ Κλ(αυδίου) ∙ Καισιανοῦ | |
Ἀγρίππα, νεικήσαντα | |
καὶ ἐκβιβάσαντα κλήρους | |
ἐννέα ἄπτωτον, ἀγω- | |
15 | νοθετοῦντος τῆς |
θέμιδος διὰ βίου τοῦ | |
ἀξιολογωτάτου φιλο- | |
πάτριδος Λυκιάρχου | |
Τιβ(ερίου) ∙ Κλ(αυδίου) ∙ Τηλεμάχου, Ξαν- | |
20 | θίων ἡ τοῦ Λυκίων |
ἔθνους μητρόπολις, | |
καθὼς ὁ διαθέμενος | |
διεστείλατο. |