[ ] Lycia, W. — Xanthos (Kınık) — Roman period
1 Σέξστον Μάρκιον
Ἀπολλωνίδου υἱὸν Κυρείνα
Ἀπολλωνίδην Ῥ̣ωμαῖον καὶ
Ξάνθιον, τετει̣μημένον
5  ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου,
οἱ ἀνειμένοι τοῦ ἐνκυκλίου
 τοπικοῦ τέλους ἀνέστησαν
 ἐκ τοῦ ἰδίου κατὰ τὴν διαθήκην
ἀπολιπόντος αὐτοῦ εἰς τὸν
10  τῆς ἀτελείας λόγον ἀργυρίου
 δηνάρια τρὶς μύρια.
Search Help
Contact Us