[ ]
Lycia, W. — Xanthos (Kınık) — after 148 AD
1 | [Ξ]ανθίων ἠ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν χρυσῷ στεφάνῳ |
κ̣αὶ εἰκόνι χαλκῇ ταῖς πρώταις καὶ δευτέραις τειμαῖς | |
καὶ τῇ διὰ βίου προεδρίᾳ Κοΐντον Οὐηράνιον Κοΐντου | |
Οὐηρανίου Εὐδήμου υἱὸν Κλοστομείνα Τληπόλε- | |
5 | μον Ῥωμαῖον καὶ Ξάνθιον, πολειτευόμενον δὲ καὶ |
ἐν ταῖς κατὰ Λυκίαν πόλεσι πάσαις, ἄνδρα καλὸν | |
καὶ ἀγαθὸν καὶ φιλόδοξον καὶ φιλόπατριν καὶ μεγαλό̣- | |
[φρ]ονα̣ καὶ ἤθεσιν καὶ λόγοις καὶ σωφροσύνῃ κεκοσμη- | |
[μ]ένον, υἱὸν Κοΐντου Οὐηρανίου Εὐδήμου υἱοῦ Κλοστ[ο]- | |
10 | [με]ί̣να Εὐδήμου Ῥωμαίου καὶ Ξανθίου, ἠρχιερατευκό- |
[το]ς [τ]ῶ̣ν Σεβαστῶν καὶ γεγραμματευκότος ἐν τῷ ἔ̣[θ]- | |
νει καὶ πολλὰ καὶ κατ’ ἰδίαν τῇ πόλει καὶ κοινῇ τῷ ἔθνε[ι ἀ]- | |
ν̣α̣λωκότος, προγόνων δὲ ἐπιφανῶν καὶ πολλὰ τῇ π[α]- | |
[τρί]δι παρεσχημένων, ἀρχιερατεύσαντα τῶν Σεβασ- | |
15 | [τ]ῶν ἐν τῷ ἔθνει φιλοδόξως καὶ πλεῖστα ἀναλώσαντ[α] |
[κ]αὶ τετειμημένον ὑπὸ Λυκίων, πρεσβεύσαντα πολλά- | |
[κ]ις πρὸς τοὺς Αὐτοκράτορας, δόντα τῇ πόλει καὶ ἀργυρί- | |
[ου — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |