[ ] Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
1 Φίλιππον δὶς <τ>οῦ Ἑστιαίου Τλω-
 έα καὶ Ξάνθιον, ἄνδρα καλὸν καὶ
 ἀγαθὸν ὑπάρχοντα διὰ προγό-
 νων, καὶ κοινῇ ἐν τῷ ἔθνει καὶ κατὰ
5 πόλιν δείγματα τῆς καλοκἀγαθίας
 δεδωκότα, τειμῆς δὲ καὶ ἀποδο-
 χῆς καὶ παρὰ τοῖς δικαιοδόταις ἠ-
 ξιωμένον, ἱερατεύσαντα τῶν Σε-
 βαστῶν καὶ πλεῖστα εἰς τὴν ἱερωσύ̣-
10  νην ἀνηλωκότα εἴς τε ἐπιδόσεις
 καὶ ἣν ἐτέλεσεν πανήγυριν δ̣α<π>α̣-
 νηρῶς καὶ ἐπιτυχῶς, δόντα̣ δ[ὲ κ]α̣ὶ̣
 ἐν τῷ ἱερῷ τῆς Λητοῦς π̣ρ̣οκυνήγ̣ι̣α
 καὶ ταυρομάχια καὶ θηρομάχια <τ>[οῦ]? διη-
15  μιλλῆσθαι ταῖς τῶν τοῦ ἔθνους ἀρχι-
 ιερέων φιλοδοξίαις καὶ πάσῃ ἀρετῇ
         διαφέροντα.
Search Help
Contact Us